Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- συγγνώσομαί σοι· καὶ γὰρ οὐχ οὕτως ἄγαν
- χαίρω τι, τέκνον, τοῖς δεδραμένοις ἐμοί.
- σὺ δʼ ὧδʼ ἄλουτος καὶ δυσείματος χρόα
- λεχὼ νεογνῶν ἐκ τόκων πεπαυμένη;
- οἴμοι τάλαινα τῶν ἐμῶν βουλευμάτων·
- ὡς μᾶλλον ἢ χρῆν ἤλασʼ εἰς ὀργὴν πόσιν.
- ὀψὲ στενάζεις, ἡνίκʼ οὐκ ἔχεις ἄκη.
- πατὴρ μὲν οὖν τέθνηκε· τὸν δʼ ἔξω χθονὸς
- πῶς οὐ κομίζῃ παῖδʼ ἀλητεύοντα σόν;
- δέδοικα· τοὐμὸν δʼ, οὐχὶ τοὐκείνου, σκοπῶ.
- πατρὸς γάρ, ὡς λέγουσι, θυμοῦται φόνῳ.
- τί δαὶ πόσιν σὸν ἄγριον εἰς ἡμᾶς ἔχεις;
- τρόποι τοιοῦτοι· καὶ σὺ δʼ αὐθάδης ἔφυς.
- ἀλγῶ γάρ· ἀλλὰ παύσομαι θυμουμένη.