Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. Ἑλένης δʼ ἀδελφῆς τοιάδʼ ἐξειργασμένης
  2. ἐξῆν κλέος σοι μέγα λαβεῖν· τὰ γὰρ κακὰ
  3. παράδειγμα τοῖς ἐσθλοῖσιν εἴσοψίν τʼ ἔχει.
  4. εἰ δʼ, ὡς λέγεις, σὴν θυγατέρʼ ἔκτεινεν πατήρ,
  5. ἐγὼ τί σʼ ἠδίκησʼ ἐμός τε σύγγονος;
  6. πῶς οὐ πόσιν κτείνασα πατρῴους δόμους
  7. ἡμῖν προσῆψας, ἀλλʼ ἐπηνέγκω λέχει
  8. τἀλλότρια, μισθοῦ τοὺς γάμους ὠνουμένη;
  9. κοὔτʼ ἀντιφεύγει παιδὸς ἀντὶ σοῦ πόσις,
  10. οὔτʼ ἀντʼ ἐμοῦ τέθνηκε, δὶς τόσως ἐμὲ
  11. κτείνας ἀδελφῆς ζῶσαν. εἰ δʼ ἀμείψεται
  12. φόνον δικάζων φόνος, ἀποκτενῶ σʼ ἐγὼ
  13. καὶ παῖς Ὀρέστης πατρὶ τιμωρούμενοι·
  14. εἰ γὰρ δίκαιʼ ἐκεῖνα, καὶ τάδʼ ἔνδικα.
  15. ὅστις δὲ πλοῦτον ἢ εὐγένειαν εἰσιδὼν
  16. γαμεῖ πονηράν, μῶρός ἐστι· μικρὰ γὰρ
  17. μεγάλων ἀμείνω σώφρονʼ ἐν δόμοις λέχη.
Χορός
  1. τύχη γυναικῶν ἐς γάμους. τὰ μὲν γὰρ εὖ,
  2. τὰ δʼ οὐ καλῶς πίπτοντα δέρκομαι βροτῶν.
Κλυταιμήστρα
  1. ὦ παῖ, πέφυκας πατέρα σὸν στέργειν ἀεί·