Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. Ἑλένης τε καὶ σοῦ, δύο δʼ ἔφυτε συγγόνω,
  2. ἄμφω ματαίω Κάστορός τʼ οὐκ ἀξίω.
  3. ἣ μὲν γὰρ ἁρπασθεῖσʼ ἑκοῦσʼ ἀπώλετο,
  4. σὺ δʼ ἄνδρʼ ἄριστον Ἑλλάδος διώλεσας,
  5. σκῆψιν προτείνουσʼ, ὡς ὑπὲρ τέκνου πόσιν
  6. ἔκτεινας· οὐ γάρ σʼ ὡς ἔγωγʼ ἴσασιν εὖ.
  7. ἥτις, θυγατρὸς πρὶν κεκυρῶσθαι σφαγάς,
  8. νέον τʼ ἀπʼ οἴκων ἀνδρὸς ἐξωρμημένου,
  9. ξανθὸν κατόπτρῳ πλόκαμον ἐξήσκεις κόμης.
  10. γυνὴ δʼ, ἀπόντος ἀνδρός ἥτις ἐκ δόμων
  11. ἐς κάλλος ἀσκεῖ, διάγραφʼ ὡς οὖσαν κακήν.
  12. οὐδὲν γὰρ αὐτὴν δεῖ θύρασιν εὐπρεπὲς
  13. φαίνειν πρόσωπον, ἤν τι μὴ ζητῇ κακόν.
  14. μόνη δὲ πασῶν οἶδʼ ἐγὼ σʼ Ἑλληνίδων,
  15. εἰ μὲν τὰ Τρώων εὐτυχοῖ, κεχαρμένην,
  16. εἰ δʼ ἥσσονʼ εἴη, συννεφοῦσαν ὄμματα,
  17. Ἀγαμέμνονʼ οὐ χρῄζουσαν ἐκ Τροίας μολεῖν.
  18. καίτοι καλῶς γε σωφρονεῖν παρεῖχέ σοι·
  19. ἄνδρʼ εἶχες οὐ κακίονʼ Αἰγίσθου πόσιν,
  20. ὃν Ἑλλὰς αὑτῆς εἵλετο στρατηλάτην·