Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- Μενέλαον ὡς σώσαιμι; σὸς δὲ πῶς πατὴρ
- ἠνέσχετʼ ἂν ταῦτʼ; εἶτα τὸν μὲν οὐ θανεῖν
- κτείνοντα χρῆν τἄμʼ, ἐμὲ δὲ πρὸς κείνου παθεῖν;
- ἔκτεινʼ, ἐτρέφθην ἥνπερ ἦν πορεύσιμον
- πρὸς τοὺς ἐκείνῳ πολεμίους. φίλων γὰρ ἂν
- τίς ἂν πατρὸς σοῦ φόνον ἐκοινώνησέ μοι;
- λέγʼ, εἴ τι χρῄζεις, κἀντίθες παρρησίᾳ,
- ὅπως τέθνηκε σὸς πατὴρ οὐκ ἐνδίκως.
- δίκαιʼ ἔλεξας· ἡ δίκη δʼ αἰσχρῶς ἔχει.
- γυναῖκα γὰρ χρὴ πάντα συγχωρεῖν πόσει,
- ἥτις φρενήρης· ᾗ δὲ μὴ δοκεῖ τάδε,
- οὐδʼ εἰς ἀριθμὸν τῶν ἐμῶν ἥκει λόγων.
- μέμνησο, μῆτερ, οὓς ἔλεξας ὑστάτους
- λόγους, διδοῦσα πρὸς σέ μοι παρρησίαν.
- καὶ νῦν γέ φημι κοὐκ ἀπαρνοῦμαι, τέκνον.
- ἆρα κλύουσα, μῆτερ, εἶτʼ ἔρξεις κακῶς;
- οὐκ ἔστι, τῇ σῇ δʼ ἡδὺ προσθήσω φρενί.
- λέγοιμʼ ἄν· ἀρχὴ δʼ ἥδε μοι προοιμίου·
- εἴθʼ εἶχες, ὦ τεκοῦσα, βελτίους φρένας.
- τὸ μὲν γὰρ εἶδος αἶνον ἄξιον φέρειν