Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- λευκὴν διήμησʼ Ἰφιγόνης παρηΐδα.
- κεἰ μὲν πόλεως ἅλωσιν ἐξιώμενος,
- ἢ δῶμʼ ὀνήσων τἄλλα τʼ ἐκσῴζων τέκνα,
- ἔκτεινε πολλῶν μίαν ὕπερ, συγγνώστʼ ἂν ἦν·
- νῦν δʼ οὕνεχʼ Ἑλένη μάργος ἦν ὅ τʼ αὖ λαβὼν
- ἄλοχον κολάζειν προδότιν οὐκ ἠπίστατο,
- τούτων ἕκατι παῖδʼ ἐμὴν διώλεσεν.
- ἐπὶ τοῖσδε τοίνυν καίπερ ἠδικημένη
- οὐκ ἠγριώμην οὐδʼ ἂν ἔκτανον πόσιν·
- ἀλλʼ ἦλθʼ ἔχων μοι μαινάδʼ ἔνθεον κόρην
- λέκτροις τʼ ἐπεισέφρηκε, καὶ νύμφα δύο
- ἐν τοῖσιν αὐτοῖς δώμασιν κατείχομεν.
- μῶρον μὲν οὖν γυναῖκες, οὐκ ἄλλως λέγω·
- ὅταν δʼ, ὑπόντος τοῦδʼ, ἁμαρτάνῃ πόσις
- τἄνδον παρώσας λέκτρα, μιμεῖσθαι θέλει
- γυνὴ τὸν ἄνδρα χἅτερον κτᾶσθαι φίλον.
- κἄπειτʼ ἐν ἡμῖν ὁ ψόγος λαμπρύνεται,
- οἱ δʼ αἴτιοι τῶνδʼ οὐ κλύουσʼ ἄνδρες κακῶς.
- εἰ δʼ ἐκ δόμων ἥρπαστο Μενέλεως λάθρᾳ,
- κτανεῖν μʼ Ὀρέστην χρῆν, κασιγνήτης πόσιν