The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- τὰ μῶρα γὰρ πάντʼ ἐστὶν Ἀφροδίτη βροτοῖς,
- καὶ τοὔνομʼ ὀρθῶς ἀφροσύνης ἄρχει θεᾶς.
- ὃν εἰσιδοῦσα βαρβάροις ἐσθήμασι
- χρυσῷ τε λαμπρὸν ἐξεμαργώθης φρένας.
- ἐν μὲν γὰρ Ἄργει μίκρʼ ἔχουσʼ ἀνεστρέφου,
- Σπάρτης δʼ ἀπαλλαχθεῖσα τὴν Φρυγῶν πόλιν
- χρυσῷ ῥέουσαν ἤλπισας κατακλύσειν
- δαπάναισιν· οὐδʼ ἦν ἱκανά σοι τὰ Μενέλεω
- μέλαθρα ταῖς σαῖς ἐγκαθυβρίζειν τρυφαῖς.
- εἶἑν· βίᾳ γὰρ παῖδα φῄς σʼ ἄγειν ἐμόν·
- τίς Σπαρτιατῶν ᾔσθετʼ; ἢ ποίαν βοὴν
- ἀνωλόλυξας — Κάστορος νεανίου
- τοῦ συζύγου τʼ ἔτʼ ὄντος, οὐ κατʼ ἄστρα πω;