The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἐπεὶ δὲ Τροίαν ἦλθες Ἀργεῖοί τέ σου
- κατʼ ἴχνος, ἦν δὲ δοριπετὴς ἀγωνία,
- εἰ μὲν τὰ τοῦδε κρείσσονʼ ἀγγέλλοιτό σοι,
- Μενέλαον ᾔνεις, παῖς ὅπως λυποῖτʼ ἐμὸς
- ἔχων ἔρωτος ἀνταγωνιστὴν μέγαν·
- εἰ δʼ εὐτυχοῖεν Τρῶες, οὐδὲν ἦν ὅδε.
- ἐς τὴν τύχην δʼ ὁρῶσα τοῦτʼ ἤσκεις, ὅπως
- ἕποιʼ ἅμʼ αὐτῇ, τῇ ἀρετῇ δʼ οὐκ ἤθελες.
- κἄπειτα πλεκταῖς σῶμα σὸν κλέπτειν λέγεις
- πύργων καθιεῖσʼ, ὡς μένουσʼ ἀκουσίως;
- ποῦ δῆτʼ ἐλήφθης ἢ βρόχους ἀρτωμένη
- ἢ φάσγανον θήγουσʼ, ἃ γενναία γυνὴ
- δράσειεν ἂν ποθοῦσα τὸν πάρος πόσιν;