The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἦλθον πρὸς Ἴδην. τοῦ γὰρ οὕνεκʼ ἂν θεὰ
- Ἥρα τοσοῦτον ἔσχʼ ἔρωτα καλλονῆς;
- πότερον ἀμείνονʼ ὡς λάβῃ Διὸς πόσιν;
- ἢ γάμον Ἀθηνᾶ θεῶν τίνος θηρωμένη —
- ἣ παρθενείαν πατρὸς ἐξῃτήσατο,
- φεύγουσα λέκτρα; μὴ ἀμαθεῖς ποίει θεὰς
- τὸ σὸν κακὸν κοσμοῦσα, μὴ οὐ πείσῃς σοφούς.
- Κύπριν δʼ ἔλεξας — ταῦτα γὰρ γέλως πολύς —
- ἐλθεῖν ἐμῷ ξὺν παιδὶ Μενέλεω δόμους.
- οὐκ ἂν μένουσʼ ἂν ἥσυχός σʼ ἐν οὐρανῷ
- αὐταῖς Ἀμύκλαις ἤγαγεν πρὸς Ἴλιον;
- ἦν οὑμὸς υἱὸς κάλλος ἐκπρεπέστατος,
- ὁ σὸς δʼ ἰδών νιν νοῦς ἐποιήθη Κύπρις·