The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. τὰ δʼ οἴκοθεν κεῖνʼ ἀντὶ νικητηρίων
  2. πικρῶς ἐδούλευσʼ; εἰ δὲ τῶν θεῶν κρατεῖν
  3. βούλῃ, τὸ χρῄζειν ἀμαθές ἐστί σου τόδε.
Χορός
  1. βασίλειʼ, ἄμυνον σοῖς τέκνοισι καὶ πάτρᾳ
  2. πειθὼ διαφθείρουσα τῆσδʼ, ἐπεὶ λέγει
  3. καλῶς κακοῦργος οὖσα· δεινὸν οὖν τόδε.
Ἑκάβη
  1. ταῖς θεαῖσι πρῶτα σύμμαχος γενήσομαι
  2. καὶ τήνδε δείξω μὴ λέγουσαν ἔνδικα.
  3. ἐγὼ γὰρ Ἥραν παρθένον τε Παλλάδα
  4. οὐκ ἐς τοσοῦτον ἀμαθίας ἐλθεῖν δοκῶ,
  5. ὥσθʼ ἣ μὲν Ἄργος βαρβάροις ἀπημπόλα,
  6. Παλλὰς δʼ Ἀθήνας Φρυξὶ δουλεύειν ποτέ,
  7. εἰ παιδιαῖσι καὶ χλιδῇ μορφῆς πέρι