The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. πειθὼ διαφθείρουσα τῆσδʼ, ἐπεὶ λέγει
  2. καλῶς κακοῦργος οὖσα· δεινὸν οὖν τόδε.
Ἑκάβη
  1. ταῖς θεαῖσι πρῶτα σύμμαχος γενήσομαι
  2. καὶ τήνδε δείξω μὴ λέγουσαν ἔνδικα.
  3. ἐγὼ γὰρ Ἥραν παρθένον τε Παλλάδα
  4. οὐκ ἐς τοσοῦτον ἀμαθίας ἐλθεῖν δοκῶ,
  5. ὥσθʼ ἣ μὲν Ἄργος βαρβάροις ἀπημπόλα,
  6. Παλλὰς δʼ Ἀθήνας Φρυξὶ δουλεύειν ποτέ,
  7. εἰ παιδιαῖσι καὶ χλιδῇ μορφῆς πέρι
  8. ἦλθον πρὸς Ἴδην. τοῦ γὰρ οὕνεκʼ ἂν θεὰ
  9. Ἥρα τοσοῦτον ἔσχʼ ἔρωτα καλλονῆς;
  10. πότερον ἀμείνονʼ ὡς λάβῃ Διὸς πόσιν;
  11. ἢ γάμον Ἀθηνᾶ θεῶν τίνος θηρωμένη —
  12. ἣ παρθενείαν πατρὸς ἐξῃτήσατο,
  13. φεύγουσα λέκτρα; μὴ ἀμαθεῖς ποίει θεὰς
  14. τὸ σὸν κακὸν κοσμοῦσα, μὴ οὐ πείσῃς σοφούς.
  15. Κύπριν δʼ ἔλεξας — ταῦτα γὰρ γέλως πολύς —
  16. ἐλθεῖν ἐμῷ ξὺν παιδὶ Μενέλεω δόμους.
  17. οὐκ ἂν μένουσʼ ἂν ἥσυχός σʼ ἐν οὐρανῷ
  18. αὐταῖς Ἀμύκλαις ἤγαγεν πρὸς Ἴλιον;