The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. τὴν θεὸν κόλαζε καὶ Διὸς κρείσσων γενοῦ,
  2. ὃς τῶν μὲν ἄλλων δαιμόνων ἔχει κράτος,
  3. κείνης δὲ δοῦλός ἐστι· συγγνώμη δʼ ἐμοί.
  4. ἔνθεν δʼ ἔχοις ἂν εἰς ἔμʼ εὐπρεπῆ λόγον·
  5. ἐπεὶ θανὼν γῆς ἦλθʼ Ἀλέξανδρος μυχούς,
  6. χρῆν μʼ, ἡνίκʼ οὐκ ἦν θεοπόνητά μου λέχη,
  7. λιποῦσαν οἴκους ναῦς ἐπʼ Ἀργείων μολεῖν.
  8. ἔσπευδον αὐτὸ τοῦτο· μάρτυρες δέ μοι
  9. πύργων πυλωροὶ κἀπὸ τειχέων σκοποί,
  10. οἳ πολλάκις μʼ ἐφηῦρον ἐξ ἐπάλξεων
  11. πλεκταῖσιν ἐς γῆν σῶμα κλέπτουσαν τόδε.
  12. βίᾳ δʼ ὁ καινός μʼ οὗτος ἁρπάσας πόσις
  13. Δηίφοβος ἄλοχον εἶχεν ἀκόντων Φρυγῶν.
  14. πῶς οὖν ἔτʼ ἂν θνῄσκοιμʼ ἂν ἐνδίκως, πόσι,
  15. ---
  16. πρὸς σοῦ δικαίως, ἣν ὁ μὲν βίᾳ γαμεῖ,
  17. τὰ δʼ οἴκοθεν κεῖνʼ ἀντὶ νικητηρίων
  18. πικρῶς ἐδούλευσʼ; εἰ δὲ τῶν θεῶν κρατεῖν
  19. βούλῃ, τὸ χρῄζειν ἀμαθές ἐστί σου τόδε.
Χορός
  1. βασίλειʼ, ἄμυνον σοῖς τέκνοισι καὶ πάτρᾳ