The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἔνθεν δʼ ἔχοις ἂν εἰς ἔμʼ εὐπρεπῆ λόγον·
- ἐπεὶ θανὼν γῆς ἦλθʼ Ἀλέξανδρος μυχούς,
- χρῆν μʼ, ἡνίκʼ οὐκ ἦν θεοπόνητά μου λέχη,
- λιποῦσαν οἴκους ναῦς ἐπʼ Ἀργείων μολεῖν.
- ἔσπευδον αὐτὸ τοῦτο· μάρτυρες δέ μοι
- πύργων πυλωροὶ κἀπὸ τειχέων σκοποί,
- οἳ πολλάκις μʼ ἐφηῦρον ἐξ ἐπάλξεων
- πλεκταῖσιν ἐς γῆν σῶμα κλέπτουσαν τόδε.
- βίᾳ δʼ ὁ καινός μʼ οὗτος ἁρπάσας πόσις
- Δηίφοβος ἄλοχον εἶχεν ἀκόντων Φρυγῶν.
- πῶς οὖν ἔτʼ ἂν θνῄσκοιμʼ ἂν ἐνδίκως, πόσι,
- ---
- πρὸς σοῦ δικαίως, ἣν ὁ μὲν βίᾳ γαμεῖ,