The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ὅπως ἀφώρμησʼ ἐκ δόμων τῶν σῶν λάθρα.
  2. ἦλθʼ οὐχὶ μικρὰν θεὸν ἔχων αὑτοῦ μέτα
  3. ὁ τῆσδʼ ἀλάστωρ, εἴτʼ Ἀλέξανδρον θέλεις
  4. ὀνόματι προσφωνεῖν νιν εἴτε καὶ Πάριν·
  5. ὅν, ὦ κάκιστε, σοῖσιν ἐν δόμοις λιπὼν
  6. Σπάρτης ἀπῆρας νηὶ Κρησίαν χθόνα.
  7. εἶἑν.
  8. οὐ σέ, ἀλλʼ ἐμαυτὴν τοὐπὶ τῷδʼ ἐρήσομαι·
  9. τί δὴ φρονοῦσά γʼ ἐκ δόμων ἅμʼ ἑσπόμην
  10. ξένῳ, προδοῦσα πατρίδα καὶ δόμους ἐμούς;
  11. τὴν θεὸν κόλαζε καὶ Διὸς κρείσσων γενοῦ,
  12. ὃς τῶν μὲν ἄλλων δαιμόνων ἔχει κράτος,
  13. κείνης δὲ δοῦλός ἐστι· συγγνώμη δʼ ἐμοί.