The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. Κύπρις δὲ τοὐμὸν εἶδος ἐκπαγλουμένη
  2. δώσειν ὑπέσχετʼ, εἰ θεὰς ὑπερδράμοι
  3. κάλλει. τὸν ἔνθεν δʼ ὡς ἔχει σκέψαι λόγον·
  4. νικᾷ Κύπρις θεάς, καὶ τοσόνδʼ οὑμοὶ γάμοι
  5. ὤνησαν Ἑλλάδʼ· οὐ κρατεῖσθʼ ἐκ βαρβάρων,
  6. οὔτʼ ἐς δόρυ σταθέντες, οὐ τυραννίδι.
  7. ἃ δʼ εὐτύχησεν Ἑλλάς, ὠλόμην ἐγὼ
  8. εὐμορφίᾳ πραθεῖσα, κὠνειδίζομαι
  9. ἐξ ὧν ἐχρῆν με στέφανον ἐπὶ κάρᾳ λαβεῖν.
  10. οὔπω με φήσεις αὐτὰ τἀν ποσὶν λέγειν,
  11. ὅπως ἀφώρμησʼ ἐκ δόμων τῶν σῶν λάθρα.
  12. ἦλθʼ οὐχὶ μικρὰν θεὸν ἔχων αὑτοῦ μέτα
  13. ὁ τῆσδʼ ἀλάστωρ, εἴτʼ Ἀλέξανδρον θέλεις
  14. ὀνόματι προσφωνεῖν νιν εἴτε καὶ Πάριν·
  15. ὅν, ὦ κάκιστε, σοῖσιν ἐν δόμοις λιπὼν
  16. Σπάρτης ἀπῆρας νηὶ Κρησίαν χθόνα.
  17. εἶἑν.
  18. οὐ σέ, ἀλλʼ ἐμαυτὴν τοὐπὶ τῷδʼ ἐρήσομαι·
  19. τί δὴ φρονοῦσά γʼ ἐκ δόμων ἅμʼ ἑσπόμην
  20. ξένῳ, προδοῦσα πατρίδα καὶ δόμους ἐμούς;