The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. Φρυξὶ στρατηγοῦνθʼ Ἑλλάδʼ ἐξανιστάναι,
  2. Ἥρα δʼ ὑπέσχετʼ Ἀσιάδʼ Εὐρώπης θʼ ὅρους
  3. τυραννίδʼ ἕξειν, εἴ σφε κρίνειεν Πάρις·
  4. Κύπρις δὲ τοὐμὸν εἶδος ἐκπαγλουμένη
  5. δώσειν ὑπέσχετʼ, εἰ θεὰς ὑπερδράμοι
  6. κάλλει. τὸν ἔνθεν δʼ ὡς ἔχει σκέψαι λόγον·
  7. νικᾷ Κύπρις θεάς, καὶ τοσόνδʼ οὑμοὶ γάμοι
  8. ὤνησαν Ἑλλάδʼ· οὐ κρατεῖσθʼ ἐκ βαρβάρων,
  9. οὔτʼ ἐς δόρυ σταθέντες, οὐ τυραννίδι.
  10. ἃ δʼ εὐτύχησεν Ἑλλάς, ὠλόμην ἐγὼ
  11. εὐμορφίᾳ πραθεῖσα, κὠνειδίζομαι
  12. ἐξ ὧν ἐχρῆν με στέφανον ἐπὶ κάρᾳ λαβεῖν.
  13. οὔπω με φήσεις αὐτὰ τἀν ποσὶν λέγειν,