The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- οὐδὲν κάτοισθα. συντεθεὶς δʼ ὁ πᾶς λόγος
- κτενεῖ νιν οὕτως ὥστε μηδαμοῦ φυγεῖν.
- σχολῆς τὸ δῶρον· εἰ δὲ βούλεται λέγειν,
- ἔξεστι. τῶν σῶν δʼ οὕνεχʼ — ὡς μάθῃ — λόγων
- δώσω τόδʼ αὐτῇ· τῆσδε δʼ οὐ δώσω χάριν.
- ἴσως με, κἂν εὖ κἂν κακῶς δόξω λέγειν,
- οὐκ ἀνταμείψῃ πολεμίαν ἡγούμενος.
- ἐγὼ δʼ, ἅ σʼ οἶμαι διὰ λόγων ἰόντʼ ἐμοῦ
- κατηγορήσειν, ἀντιθεῖσʼ ἀμείψομαι
- τοῖς σοῖσι τἀμὰ καὶ τὰ σʼ αἰτιάματα.
- πρῶτον μὲν ἀρχὰς ἔτεκεν ἥδε τῶν κακῶν,
- Πάριν τεκοῦσα· δεύτερον δʼ ἀπώλεσε
- Τροίαν τε κἄμʼ ὁ πρέσβυς οὐ κτανὼν βρέφος,
- δαλοῦ πικρὸν μίμημʼ, Ἀλέξανδρόν ποτε.
- ἐνθένδε τἀπίλοιπʼ ἄκουσον ὡς ἔχει.
- ἔκρινε τρισσὸν ζεῦγος ὅδε τριῶν θεῶν·
- καὶ Παλλάδος μὲν ἦν Ἀλεξάνδρῳ δόσις
- Φρυξὶ στρατηγοῦνθʼ Ἑλλάδʼ ἐξανιστάναι,
- Ἥρα δʼ ὑπέσχετʼ Ἀσιάδʼ Εὐρώπης θʼ ὅρους
- τυραννίδʼ ἕξειν, εἴ σφε κρίνειεν Πάρις·