The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. δώσω τόδʼ αὐτῇ· τῆσδε δʼ οὐ δώσω χάριν.
Ἑλένη
  1. ἴσως με, κἂν εὖ κἂν κακῶς δόξω λέγειν,
  2. οὐκ ἀνταμείψῃ πολεμίαν ἡγούμενος.
  3. ἐγὼ δʼ, ἅ σʼ οἶμαι διὰ λόγων ἰόντʼ ἐμοῦ
  4. κατηγορήσειν, ἀντιθεῖσʼ ἀμείψομαι
  5. τοῖς σοῖσι τἀμὰ καὶ τὰ σʼ αἰτιάματα.
  6. πρῶτον μὲν ἀρχὰς ἔτεκεν ἥδε τῶν κακῶν,
  7. Πάριν τεκοῦσα· δεύτερον δʼ ἀπώλεσε
  8. Τροίαν τε κἄμʼ ὁ πρέσβυς οὐ κτανὼν βρέφος,
  9. δαλοῦ πικρὸν μίμημʼ, Ἀλέξανδρόν ποτε.
  10. ἐνθένδε τἀπίλοιπʼ ἄκουσον ὡς ἔχει.
  11. ἔκρινε τρισσὸν ζεῦγος ὅδε τριῶν θεῶν·
  12. καὶ Παλλάδος μὲν ἦν Ἀλεξάνδρῳ δόσις