The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἀλλʼ ἕρπʼ Ὄλυμπον καὶ κεραυνίους βολὰς
- λαβοῦσα πατρὸς ἐκ χερῶν καραδόκει,
- ὅταν στράτευμʼ Ἀργεῖον ἐξιῇ κάλως.
- μῶρος δὲ θνητῶν ὅστις ἐκπορθεῖ πόλεις,
- ναούς τε τύμβους θʼ, ἱερὰ τῶν κεκμηκότων,
- ἐρημίᾳ δοὺς αὐτὸς ὤλεθʼ ὕστερον.
- ἄνα, δύσδαιμον, πεδόθεν κεφαλή·
- ἐπάειρε δέρην· οὐκέτι Τροία
- τάδε καὶ βασιλῆς ἐσμεν Τροίας.
- μεταβαλλομένου δαίμονος ἀνέχου.
- πλεῖ κατὰ πορθμόν, πλεῖ κατὰ δαίμονα,
- μηδὲ προσίστω πρῷραν βιότου
- πρὸς κῦμα πλέουσα τύχαισιν.