The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- αἰαῖ αἰαῖ.
- τί γὰρ οὐ πάρα μοι μελέᾳ στενάχειν,
- ᾗ πατρὶς ἔρρει καὶ τέκνα καὶ πόσις;
- ὦ πολὺς ὄγκος συστελλόμενος
- προγόνων, ὡς οὐδὲν ἄρʼ ἦσθα.
- τί με χρὴ σιγᾶν; τί δὲ μὴ σιγᾶν;
- τί δὲ θρηνῆσαι;
- δύστηνος ἐγὼ τῆς βαρυδαίμονος
- ἄρθρων κλίσεως, ὡς διάκειμαι,
- νῶτʼ ἐν στερροῖς λέκτροισι ταθεῖσʼ.
- οἴμοι κεφαλῆς, οἴμοι κροτάφων
- πλευρῶν θʼ, ὥς μοι πόθος εἱλίξαι
- καὶ διαδοῦναι νῶτον ἄκανθάν τʼ