The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. πέμψει, δνοφώδη τʼ αἰθέρος φυσήματα·
  2. ἐμοὶ δὲ δώσειν φησὶ πῦρ κεραύνιον,
  3. βάλλειν Ἀχαιοὺς ναῦς τε πιμπράναι πυρί.
  4. σὺ δʼ αὖ, τὸ σόν, παράσχες Αἴγαιον πόρον
  5. τρικυμίαις βρέμοντα καὶ δίναις ἁλός,
  6. πλῆσον δὲ νεκρῶν κοῖλον Εὐβοίας μυχόν,
  7. ὡς ἂν τὸ λοιπὸν τἄμʼ ἀνάκτορʼ εὐσεβεῖν
  8. εἰδῶσʼ Ἀχαιοί, θεούς τε τοὺς ἄλλους σέβειν.
Ποσειδῶν
  1. ἔσται τάδʼ· ἡ χάρις γὰρ οὐ μακρῶν λόγων
  2. δεῖται· ταράξω πέλαγος Αἰγαίας ἁλός.
  3. ἀκταὶ δὲ Μυκόνου Δήλιοί τε χοιράδες
  4. Σκῦρός τε Λῆμνός θʼ αἱ Καφήρειοί τʼ ἄκραι
  5. πολλῶν θανόντων σώμαθʼ ἕξουσιν νεκρῶν.