The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- τί δʼ ἔστιν; εὐχὰς ὡς ἐκαίνισας θεῶν.
- αἰνῶ σε, Μενέλαʼ, εἰ κτενεῖς δάμαρτα σήν.
- ὁρᾶν δὲ τήνδε φεῦγε, μή σʼ ἕλῃ πόθῳ.
- αἱρεῖ γὰρ ἀνδρῶν ὄμματʼ, ἐξαιρεῖ πόλεις,
- πίμπρησιν οἴκους· ὧδʼ ἔχει κηλήματα.
- ἐγώ νιν οἶδα, καὶ σύ, χοἱ πεπονθότες.
- Μενέλαε, φροίμιον μὲν ἄξιον φόβου
- τόδʼ ἐστίν· ἐν γὰρ χερσὶ προσπόλων σέθεν
- βίᾳ πρὸ τῶνδε δωμάτων ἐκπέμπομαι.
- ἀτὰρ σχεδὸν μὲν οἶδά σοι μισουμένη,
- ὅμως δʼ ἐρέσθαι βούλομαι· γνῶμαι τίνες
- Ἕλλησι καὶ σοὶ τῆς ἐμῆς ψυχῆς πέρι;
- οὐκ εἰς ἀκριβὲς ἦλθες, ἀλλʼ ἅπας στρατὸς
- κτανεῖν ἐμοί σʼ ἔδωκεν, ὅνπερ ἠδίκεις.
- ἔξεστιν οὖν πρὸς ταῦτʼ ἀμείψασθαι λόγῳ,
- ὡς οὐ δικαίως, ἢν θάνω, θανούμεθα;
- οὐκ ἐς λόγους ἐλήλυθʼ, ἀλλά σε κτενῶν.
- ἄκουσον αὐτῆς, μὴ θάνῃ τοῦδʼ ἐνδεής,
- Μενέλαε, καὶ δὸς τοὺς ἐναντίους λόγους
- ἡμῖν κατʼ αὐτῆς· τῶν γὰρ ἐν Τροίᾳ κακῶν