The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἥκω δὲ τὴν τάλαιναν — οὐ γὰρ ἡδέως
  2. ὄνομα δάμαρτος ἥ ποτʼ ἦν ἐμὴ λέγω —
  3. ἄξων· δόμοις γὰρ τοῖσδʼ ἐν αἰχμαλωτικοῖς
  4. κατηρίθμηται Τρῳάδων ἄλλων μέτα.
  5. οἵπερ γὰρ αὐτὴν ἐξεμόχθησαν δορί,
  6. κτανεῖν ἐμοί νιν ἔδοσαν, εἴτε μὴ κτανὼν
  7. θέλοιμʼ ἄγεσθαι πάλιν ἐς Ἀργείαν χθόνα.
  8. ἐμοὶ δʼ ἔδοξε τὸν μὲν ἐν Τροίᾳ μόρον
  9. Ἑλένης ἐᾶσαι, ναυπόρῳ δʼ ἄγειν πλάτῃ
  10. Ἑλληνίδʼ ἐς γῆν κᾆτʼ ἐκεῖ δοῦναι κτανεῖν,
  11. ποινὰς ὅσοις τεθνᾶσʼ ἐν Ἰλίῳ φίλοι.
  12. ἀλλʼ εἶα χωρεῖτʼ ἐς δόμους, ὀπάονες,
  13. κομίζετʼ αὐτὴν τῆς μιαιφονωτάτης
  14. κόμης ἐπισπάσαντες· οὔριοι δʼ ὅταν
  15. πνοαὶ μόλωσι, πέμψομέν νιν Ἑλλάδα.
Ἑκάβη
  1. ὦ γῆς ὄχημα κἀπὶ γῆς ἔχων ἕδραν,
  2. ὅστις ποτʼ εἶ σύ, δυστόπαστος εἰδέναι,
  3. Ζεύς, εἴτʼ ἀνάγκη φύσεος εἴτε νοῦς βροτῶν,
  4. προσηυξάμην σε· πάντα γὰρ διʼ ἀψόφου
  5. βαίνων κελεύθου κατὰ δίκην τὰ θνήτʼ ἄγεις.