The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- κτανεῖν ἐμοί νιν ἔδοσαν, εἴτε μὴ κτανὼν
- θέλοιμʼ ἄγεσθαι πάλιν ἐς Ἀργείαν χθόνα.
- ἐμοὶ δʼ ἔδοξε τὸν μὲν ἐν Τροίᾳ μόρον
- Ἑλένης ἐᾶσαι, ναυπόρῳ δʼ ἄγειν πλάτῃ
- Ἑλληνίδʼ ἐς γῆν κᾆτʼ ἐκεῖ δοῦναι κτανεῖν,
- ποινὰς ὅσοις τεθνᾶσʼ ἐν Ἰλίῳ φίλοι.
- ἀλλʼ εἶα χωρεῖτʼ ἐς δόμους, ὀπάονες,
- κομίζετʼ αὐτὴν τῆς μιαιφονωτάτης
- κόμης ἐπισπάσαντες· οὔριοι δʼ ὅταν
- πνοαὶ μόλωσι, πέμψομέν νιν Ἑλλάδα.
- ὦ γῆς ὄχημα κἀπὶ γῆς ἔχων ἕδραν,
- ὅστις ποτʼ εἶ σύ, δυστόπαστος εἰδέναι,
- Ζεύς, εἴτʼ ἀνάγκη φύσεος εἴτε νοῦς βροτῶν,