The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- προσηυξάμην σε· πάντα γὰρ διʼ ἀψόφου
- βαίνων κελεύθου κατὰ δίκην τὰ θνήτʼ ἄγεις.
- τί δʼ ἔστιν; εὐχὰς ὡς ἐκαίνισας θεῶν.
- αἰνῶ σε, Μενέλαʼ, εἰ κτενεῖς δάμαρτα σήν.
- ὁρᾶν δὲ τήνδε φεῦγε, μή σʼ ἕλῃ πόθῳ.
- αἱρεῖ γὰρ ἀνδρῶν ὄμματʼ, ἐξαιρεῖ πόλεις,
- πίμπρησιν οἴκους· ὧδʼ ἔχει κηλήματα.
- ἐγώ νιν οἶδα, καὶ σύ, χοἱ πεπονθότες.
- Μενέλαε, φροίμιον μὲν ἄξιον φόβου
- τόδʼ ἐστίν· ἐν γὰρ χερσὶ προσπόλων σέθεν
- βίᾳ πρὸ τῶνδε δωμάτων ἐκπέμπομαι.
- ἀτὰρ σχεδὸν μὲν οἶδά σοι μισουμένη,
- ὅμως δʼ ἐρέσθαι βούλομαι· γνῶμαι τίνες