The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἐν ᾧ δάμαρτα τὴν ἐμὴν χειρώσομαι
  2. Ἑλένην· ὁ γὰρ δὴ πολλὰ μοχθήσας ἐγὼ
  3. Μενέλαός εἰμι καὶ στράτευμʼ Ἀχαιϊκόν.
  4. ἦλθον δὲ Τροίαν οὐχ ὅσον δοκοῦσί με
  5. γυναικὸς οὕνεκʼ, ἀλλʼ ἐπʼ ἄνδρʼ ὃς ἐξ ἐμῶν
  6. δόμων δάμαρτα ξεναπάτης ἐλῄσατο.
  7. κεῖνος μὲν οὖν δέδωκε σὺν θεοῖς δίκην
  8. αὐτός τε καὶ γῆ δορὶ πεσοῦσʼ Ἑλληνικῷ.
  9. ἥκω δὲ τὴν τάλαιναν — οὐ γὰρ ἡδέως
  10. ὄνομα δάμαρτος ἥ ποτʼ ἦν ἐμὴ λέγω —
  11. ἄξων· δόμοις γὰρ τοῖσδʼ ἐν αἰχμαλωτικοῖς
  12. κατηρίθμηται Τρῳάδων ἄλλων μέτα.
  13. οἵπερ γὰρ αὐτὴν ἐξεμόχθησαν δορί,