The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- οὐκέτʼ ὄνειδος ἐρῶ·
- τὸ τᾶς δὲ λευκοπτέρου
- φίλιον Ἁμέρας βροτοῖς
- φέγγος ὀλοὸν εἶδε γαῖαν,
- εἶδε περγάμων ὄλεθρον,
- τεκνοποιὸν ἔχουσα τᾶσδε
- γᾶς πόσιν ἐν θαλάμοις,
- ὃν ἀστέρων τέθριππος ἔλα-
- βε χρύσεος ὄχος ἀναρπάσας,
- ἐλπίδα γᾷ πατρίᾳ μεγάλαν· τὰ θεῶν δὲ
- φίλτρα φροῦδα Τροίᾳ.
- ὦ καλλιφεγγὲς ἡλίου σέλας τόδε,
- ἐν ᾧ δάμαρτα τὴν ἐμὴν χειρώσομαι
- Ἑλένην· ὁ γὰρ δὴ πολλὰ μοχθήσας ἐγὼ
- Μενέλαός εἰμι καὶ στράτευμʼ Ἀχαιϊκόν.
- ἦλθον δὲ Τροίαν οὐχ ὅσον δοκοῦσί με
- γυναικὸς οὕνεκʼ, ἀλλʼ ἐπʼ ἄνδρʼ ὃς ἐξ ἐμῶν
- δόμων δάμαρτα ξεναπάτης ἐλῄσατο.
- κεῖνος μὲν οὖν δέδωκε σὺν θεοῖς δίκην
- αὐτός τε καὶ γῆ δορὶ πεσοῦσʼ Ἑλληνικῷ.