The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- Δαρδανίας φοινία κατέλυσεν αἰχμά.
- μάταν ἄρʼ, ὦ χρυσέαις ἐν οἰνοχόαις ἁβρὰ βαίνων,
- Λαομεδόντιε παῖ,
- Ζηνὸς ἔχεις κυλίκων πλήρωμα, καλλίσταν λατρείαν·
- ἁ δέ σε γειναμένα πυρὶ δαίεται·
- ἠιόνες δʼ ἅλιαι
- ἴακχον οἰωνὸς οἷ-
- ον τεκέων ὕπερ βοᾷ,
- ᾇ μὲν εὐνάτορας, ᾇ δὲ παῖδας,
- ᾇ δὲ ματέρας γεραιάς.
- τὰ δὲ σὰ δροσόεντα λουτρὰ
- γυμνασίων τε δρόμοι
- βεβᾶσι, σὺ δὲ πρόσωπα νεα-
- ρὰ χάρισι παρὰ Διὸς θρόνοις
- καλλιγάλανα τρέφεις· Πριάμοιο δὲ γαῖαν
- Ἑλλὰς ὤλεσʼ αἰχμά.
- Ἔρως Ἔρως, ὃς τὰ Δαρδάνεια μέλαθρά ποτʼ ἦλθες
- οὐρανίδαισι μέλων,
- ὡς τότε μὲν μεγάλως Τροίαν ἐπύργωσας, θεοῖσι
- κῆδος ἀναψάμενος. τὸ μὲν οὖν Διὸς