The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- οἴμοι δὲ σέθεν· τί γὰρ οὐκ ἔχομεν;
- τίνος ἐνδέομεν μὴ οὐ πανσυδίᾳ
- χωρεῖν ὀλέθρου διὰ παντός;
- μελισσοτρόφου Σαλαμῖνος ὦ βασιλεῦ Τελαμών,
- νάσου περικύμονος οἰκήσας ἕδραν
- τᾶς ἐπικεκλιμένας ὄχθοις ἱεροῖς, ἵνʼ ἐλαίας
- πρῶτον ἔδειξε κλάδον γλαυκᾶς Ἀθάνα,
- οὐράνιον στέφανον λιπαραῖσί τε κόσμον Ἀθήναις,
- ἔβας ἔβας τῷ τοξοφόρῳ συναρι-
- στεύων ἅμʼ Ἀλκμήνας γόνῳ
- Ἴλιον Ἴλιον ἐκπέρσων πόλιν
- ἁμετέραν τὸ πάροιθεν ὅτʼ ἔβας ἀφʼ Ἑλλάδος·
- ὅθʼ Ἑλλάδος ἄγαγε πρῶτον ἄνθος ἀτυζόμενος
- πώλων, Σιμόεντι δʼ ἐπʼ εὐρείτᾳ πλάταν
- ἔσχασε ποντοπόρον καὶ ναύδετʼ ἀνήψατο πρυμνᾶν
- καὶ χερὸς εὐστοχίαν ἐξεῖλε ναῶν,
- Λαομέδοντι φόνον· κανόνων δὲ τυκίσματα Φοίβου
- ---πυρὸς φοίνικι πνοᾷ καθελὼν
- Τροίας ἐπόρθησε χθόνα.
- δὶς δὲ δυοῖν πιτύλοιν τείχη περὶ