The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἐμοὶ δὲ δώσειν φησὶ πῦρ κεραύνιον,
- βάλλειν Ἀχαιοὺς ναῦς τε πιμπράναι πυρί.
- σὺ δʼ αὖ, τὸ σόν, παράσχες Αἴγαιον πόρον
- τρικυμίαις βρέμοντα καὶ δίναις ἁλός,
- πλῆσον δὲ νεκρῶν κοῖλον Εὐβοίας μυχόν,
- ὡς ἂν τὸ λοιπὸν τἄμʼ ἀνάκτορʼ εὐσεβεῖν
- εἰδῶσʼ Ἀχαιοί, θεούς τε τοὺς ἄλλους σέβειν.
- ἔσται τάδʼ· ἡ χάρις γὰρ οὐ μακρῶν λόγων
- δεῖται· ταράξω πέλαγος Αἰγαίας ἁλός.
- ἀκταὶ δὲ Μυκόνου Δήλιοί τε χοιράδες
- Σκῦρός τε Λῆμνός θʼ αἱ Καφήρειοί τʼ ἄκραι
- πολλῶν θανόντων σώμαθʼ ἕξουσιν νεκρῶν.
- ἀλλʼ ἕρπʼ Ὄλυμπον καὶ κεραυνίους βολὰς
- λαβοῦσα πατρὸς ἐκ χερῶν καραδόκει,
- ὅταν στράτευμʼ Ἀργεῖον ἐξιῇ κάλως.
- μῶρος δὲ θνητῶν ὅστις ἐκπορθεῖ πόλεις,
- ναούς τε τύμβους θʼ, ἱερὰ τῶν κεκμηκότων,
- ἐρημίᾳ δοὺς αὐτὸς ὤλεθʼ ὕστερον.
- ἄνα, δύσδαιμον, πεδόθεν κεφαλή·
- ἐπάειρε δέρην· οὐκέτι Τροία