The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. τάδε καὶ βασιλῆς ἐσμεν Τροίας.
  2. μεταβαλλομένου δαίμονος ἀνέχου.
  3. πλεῖ κατὰ πορθμόν, πλεῖ κατὰ δαίμονα,
  4. μηδὲ προσίστω πρῷραν βιότου
  5. πρὸς κῦμα πλέουσα τύχαισιν.
  6. αἰαῖ αἰαῖ.
  7. τί γὰρ οὐ πάρα μοι μελέᾳ στενάχειν,
  8. ᾗ πατρὶς ἔρρει καὶ τέκνα καὶ πόσις;
  9. ὦ πολὺς ὄγκος συστελλόμενος
  10. προγόνων, ὡς οὐδὲν ἄρʼ ἦσθα.
  11. τί με χρὴ σιγᾶν; τί δὲ μὴ σιγᾶν;
  12. τί δὲ θρηνῆσαι;
  13. δύστηνος ἐγὼ τῆς βαρυδαίμονος
  14. ἄρθρων κλίσεως, ὡς διάκειμαι,
  15. νῶτʼ ἐν στερροῖς λέκτροισι ταθεῖσʼ.
  16. οἴμοι κεφαλῆς, οἴμοι κροτάφων
  17. πλευρῶν θʼ, ὥς μοι πόθος εἱλίξαι
  18. καὶ διαδοῦναι νῶτον ἄκανθάν τʼ
  19. εἰς ἀμφοτέρους τοίχους, μελέων
  20. ἐπὶ τοὺς αἰεὶ δακρύων ἐλέγους.