The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἐς οἶκτον ἦλθες πυρὶ κατῃθαλωμένης;
- ἐκεῖσε πρῶτʼ ἄνελθε· κοινώσῃ λόγους
- καὶ συνθελήσεις ἃν ἐγὼ πρᾶξαι θέλω;
- μάλιστʼ· ἀτὰρ δὴ καὶ τὸ σὸν θέλω μαθεῖν·
- πότερον Ἀχαιῶν ἦλθες οὕνεκʼ ἢ Φρυγῶν;
- τοὺς μὲν πρὶν ἐχθροὺς Τρῶας εὐφρᾶναι θέλω,
- στρατῷ δʼ Ἀχαιῶν νόστον ἐμβαλεῖν πικρόν.
- τί δʼ ὧδε πηδᾷς ἄλλοτʼ εἰς ἄλλους τρόπους
- μισεῖς τε λίαν καὶ φιλεῖς ὃν ἂν τύχῃς;
- οὐκ οἶσθʼ ὑβρισθεῖσάν με καὶ ναοὺς ἐμούς;
- οἶδʼ, ἡνίκʼ Αἴας εἷλκε Κασάνδραν βίᾳ.
- κοὐδέν γʼ Ἀχαιῶν ἔπαθεν οὐδʼ ἤκουσʼ ὕπο.
- καὶ μὴν ἔπερσάν γʼ Ἴλιον τῷ σῷ σθένει.
- τοιγάρ σφε σὺν σοὶ βούλομαι δρᾶσαι κακῶς.
- ἕτοιμʼ ἃ βούλῃ τἀπʼ ἐμοῦ. δράσεις δὲ τί;
- δύσνοστον αὐτοῖς νόστον ἐμβαλεῖν θέλω.
- ἐν γῇ μενόντων ἢ καθʼ ἁλμυρὰν ἅλα;
- ὅταν πρὸς οἴκους ναυστολῶσʼ ἀπʼ Ἰλίου.
- καὶ Ζεὺς μὲν ὄμβρον καὶ χάλαζαν ἄσπετον
- πέμψει, δνοφώδη τʼ αἰθέρος φυσήματα·