The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. διολλύμεσθα, παιδί τʼ οὐ δυναίμεθʼ ἂν
  2. θάνατον ἀρῆξαι. κρύπτετʼ ἄθλιον δέμας
  3. καὶ ῥίπτετʼ ἐς ναῦς· ἐπὶ καλὸν γὰρ ἔρχομαι
  4. ὑμέναιον, ἀπολέσασα τοὐμαυτῆς τέκνον.
Χορός
  1. τάλαινα Τροία, μυρίους ἀπώλεσας
  2. μιᾶς γυναικὸς καὶ λέχους στυγνοῦ χάριν.
Ταλθύβιος
  1. ἄγε παῖ, φίλιον πρόσπτυγμα μεθεὶς
  2. μητρὸς μογερᾶς, βαῖνε πατρῴων
  3. πύργων ἐπʼ ἄκρας στεφάνας, ὅθι σοι
  4. πνεῦμα μεθεῖναι ψῆφος ἐκράνθη.
  5. λαμβάνετʼ αὐτόν. τὰ δὲ τοιάδε χρὴ
  6. κηρυκεύειν, ὅστις ἄνοικτος
  7. καὶ ἀναιδείᾳ τῆς ἡμετέρας
  8. γνώμης μᾶλλον φίλος ἐστίν.
Ἑκάβη
  1. ὦ τέκνον, ὦ παῖ παιδὸς μογεροῦ,
  2. συλώμεθα σὴν ψυχὴν ἀδίκως
  3. μήτηρ κἀγώ. τί πάθω; τί σʼ ἐγώ,
  4. δύσμορε, δράσω; τάδε σοι δίδομεν
  5. πλήγματα κρατὸς στέρνων τε κόπους·
  6. τῶνδε γὰρ ἄρχομεν. οἲ ʼγὼ πόλεως,