The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. στρατῷ δʼ Ἀχαιῶν νόστον ἐμβαλεῖν πικρόν.
Ποσειδῶν
  1. τί δʼ ὧδε πηδᾷς ἄλλοτʼ εἰς ἄλλους τρόπους
  2. μισεῖς τε λίαν καὶ φιλεῖς ὃν ἂν τύχῃς;
Ἀθήνα
  1. οὐκ οἶσθʼ ὑβρισθεῖσάν με καὶ ναοὺς ἐμούς;
Ποσειδῶν
  1. οἶδʼ, ἡνίκʼ Αἴας εἷλκε Κασάνδραν βίᾳ.
Ἀθήνα
  1. κοὐδέν γʼ Ἀχαιῶν ἔπαθεν οὐδʼ ἤκουσʼ ὕπο.
Ποσειδῶν
  1. καὶ μὴν ἔπερσάν γʼ Ἴλιον τῷ σῷ σθένει.
Ἀθήνα
  1. τοιγάρ σφε σὺν σοὶ βούλομαι δρᾶσαι κακῶς.
Ποσειδῶν
  1. ἕτοιμʼ ἃ βούλῃ τἀπʼ ἐμοῦ. δράσεις δὲ τί;
Ἀθήνα
  1. δύσνοστον αὐτοῖς νόστον ἐμβαλεῖν θέλω.
Ποσειδῶν
  1. ἐν γῇ μενόντων ἢ καθʼ ἁλμυρὰν ἅλα;
Ἀθήνα
  1. ὅταν πρὸς οἴκους ναυστολῶσʼ ἀπʼ Ἰλίου.
  2. καὶ Ζεὺς μὲν ὄμβρον καὶ χάλαζαν ἄσπετον