The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. πεσὼν ἀνοίκτως, πνεῦμʼ ἀπορρήξεις σέθεν.
  2. ὦ νέον ὑπαγκάλισμα μητρὶ φίλτατον,
  3. ὦ χρωτὸς ἡδὺ πνεῦμα· διὰ κενῆς ἄρα
  4. ἐν σπαργάνοις σε μαστὸς ἐξέθρεψʼ ὅδε,
  5. μάτην δʼ ἐμόχθουν καὶ κατεξάνθην πόνοις.
  6. νῦν — οὔποτʼ αὖθις — μητέρʼ ἀσπάζου σέθεν,
  7. πρόσπιτνε τὴν τεκοῦσαν, ἀμφὶ δʼ ὠλένας
  8. ἕλισσʼ ἐμοῖς νώτοισι καὶ στόμʼ ἅρμοσον.
  9. ὦ βάρβαρʼ ἐξευρόντες Ἕλληνες κακά,
  10. τί τόνδε παῖδα κτείνετʼ οὐδὲν αἴτιον;
  11. ὦ Τυνδάρειον ἔρνος, οὔποτʼ εἶ Διός,
  12. πολλῶν δὲ πατέρων φημί σʼ ἐκπεφυκέναι,
  13. Ἀλάστορος μὲν πρῶτον, εἶτα δὲ Φθόνου,
  14. Φόνου τε Θανάτου θʼ ὅσα τε γῆ τρέφει κακά.
  15. οὐ γάρ ποτʼ αὐχῶ Ζῆνά γʼ ἐκφῦσαί σʼ ἐγώ,
  16. πολλοῖσι κῆρα βαρβάροις Ἕλλησί τε.
  17. ὄλοιο· καλλίστων γὰρ ὀμμάτων ἄπο
  18. αἰσχρῶς τὰ κλεινὰ πεδίʼ ἀπώλεσας Φρυγῶν.
  19. ἀλλʼ ἄγετε φέρετε ῥίπτετʼ, εἰ ῥίπτειν δοκεῖ·
  20. δαίνυσθε τοῦδε σάρκας. ἔκ τε γὰρ θεῶν