The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- οὐ γάρ ποτʼ αὐχῶ Ζῆνά γʼ ἐκφῦσαί σʼ ἐγώ,
- πολλοῖσι κῆρα βαρβάροις Ἕλλησί τε.
- ὄλοιο· καλλίστων γὰρ ὀμμάτων ἄπο
- αἰσχρῶς τὰ κλεινὰ πεδίʼ ἀπώλεσας Φρυγῶν.
- ἀλλʼ ἄγετε φέρετε ῥίπτετʼ, εἰ ῥίπτειν δοκεῖ·
- δαίνυσθε τοῦδε σάρκας. ἔκ τε γὰρ θεῶν
- διολλύμεσθα, παιδί τʼ οὐ δυναίμεθʼ ἂν
- θάνατον ἀρῆξαι. κρύπτετʼ ἄθλιον δέμας
- καὶ ῥίπτετʼ ἐς ναῦς· ἐπὶ καλὸν γὰρ ἔρχομαι
- ὑμέναιον, ἀπολέσασα τοὐμαυτῆς τέκνον.
- τάλαινα Τροία, μυρίους ἀπώλεσας
- μιᾶς γυναικὸς καὶ λέχους στυγνοῦ χάριν.
- ἄγε παῖ, φίλιον πρόσπτυγμα μεθεὶς