The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ὦ νέον ὑπαγκάλισμα μητρὶ φίλτατον,
- ὦ χρωτὸς ἡδὺ πνεῦμα· διὰ κενῆς ἄρα
- ἐν σπαργάνοις σε μαστὸς ἐξέθρεψʼ ὅδε,
- μάτην δʼ ἐμόχθουν καὶ κατεξάνθην πόνοις.
- νῦν — οὔποτʼ αὖθις — μητέρʼ ἀσπάζου σέθεν,
- πρόσπιτνε τὴν τεκοῦσαν, ἀμφὶ δʼ ὠλένας
- ἕλισσʼ ἐμοῖς νώτοισι καὶ στόμʼ ἅρμοσον.
- ὦ βάρβαρʼ ἐξευρόντες Ἕλληνες κακά,
- τί τόνδε παῖδα κτείνετʼ οὐδὲν αἴτιον;
- ὦ Τυνδάρειον ἔρνος, οὔποτʼ εἶ Διός,
- πολλῶν δὲ πατέρων φημί σʼ ἐκπεφυκέναι,
- Ἀλάστορος μὲν πρῶτον, εἶτα δὲ Φθόνου,
- Φόνου τε Θανάτου θʼ ὅσα τε γῆ τρέφει κακά.