The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- μητρὸς μογερᾶς, βαῖνε πατρῴων
- πύργων ἐπʼ ἄκρας στεφάνας, ὅθι σοι
- πνεῦμα μεθεῖναι ψῆφος ἐκράνθη.
- λαμβάνετʼ αὐτόν. τὰ δὲ τοιάδε χρὴ
- κηρυκεύειν, ὅστις ἄνοικτος
- καὶ ἀναιδείᾳ τῆς ἡμετέρας
- γνώμης μᾶλλον φίλος ἐστίν.
- ὦ τέκνον, ὦ παῖ παιδὸς μογεροῦ,
- συλώμεθα σὴν ψυχὴν ἀδίκως
- μήτηρ κἀγώ. τί πάθω; τί σʼ ἐγώ,
- δύσμορε, δράσω; τάδε σοι δίδομεν
- πλήγματα κρατὸς στέρνων τε κόπους·
- τῶνδε γὰρ ἄρχομεν. οἲ ʼγὼ πόλεως,