The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- τὸ δʼ ἐσθλὸν οὐκ ἐς καιρὸν ἦλθε σοὶ πατρός.
- ὦ λέκτρα τἀμὰ δυστυχῆ τε καὶ γάμοι,
- οἷς ἦλθον ἐς μέλαθρον Ἕκτορός ποτε,
- οὐ σφάγιον υἱὸν Δαναΐδαις τέξουσʼ ἐμόν,
- ἀλλʼ ὡς τύραννον Ἀσιάδος πολυσπόρου.
- ὦ παῖ, δακρύεις· αἰσθάνῃ κακῶν σέθεν;
- τί μου δέδραξαι χερσὶ κἀντέχῃ πέπλων,
- νεοσσὸς ὡσεὶ πτέρυγας ἐσπίτνων ἐμάς;
- οὐκ εἶσιν Ἕκτωρ κλεινὸν ἁρπάσας δόρυ
- γῆς ἐξανελθὼν σοὶ φέρων σωτηρίαν,
- οὐ συγγένεια πατρός, οὐκ ἰσχὺς Φρυγῶν·
- λυγρὸν δὲ πήδημʼ ἐς τράχηλον ὑψόθεν
- πεσὼν ἀνοίκτως, πνεῦμʼ ἀπορρήξεις σέθεν.