The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- οὔτʼ ἂν ταφείη παῖς ὅδʼ οὔτʼ οἴκτου τύχοι.
- σιγῶσα δʼ εὖ τε τὰς τύχας κεκτημένη
- τὸν τοῦδε νεκρὸν οὐκ ἄθαπτον ἂν λίποις
- αὐτή τʼ Ἀχαιῶν πρευμενεστέρων τύχοις.
- ὦ φίλτατʼ, ὦ περισσὰ τιμηθεὶς τέκνον,
- θανῇ πρὸς ἐχθρῶν μητέρʼ ἀθλίαν λιπών,
- ἡ τοῦ πατρὸς δέ σʼ εὐγένειʼ ἀποκτενεῖ,
- ἣ τοῖσιν ἄλλοις γίγνεται σωτηρία,
- τὸ δʼ ἐσθλὸν οὐκ ἐς καιρὸν ἦλθε σοὶ πατρός.
- ὦ λέκτρα τἀμὰ δυστυχῆ τε καὶ γάμοι,
- οἷς ἦλθον ἐς μέλαθρον Ἕκτορός ποτε,
- οὐ σφάγιον υἱὸν Δαναΐδαις τέξουσʼ ἐμόν,
- ἀλλʼ ὡς τύραννον Ἀσιάδος πολυσπόρου.
- ὦ παῖ, δακρύεις· αἰσθάνῃ κακῶν σέθεν;
- τί μου δέδραξαι χερσὶ κἀντέχῃ πέπλων,
- νεοσσὸς ὡσεὶ πτέρυγας ἐσπίτνων ἐμάς;
- οὐκ εἶσιν Ἕκτωρ κλεινὸν ἁρπάσας δόρυ
- γῆς ἐξανελθὼν σοὶ φέρων σωτηρίαν,
- οὐ συγγένεια πατρός, οὐκ ἰσχὺς Φρυγῶν·
- λυγρὸν δὲ πήδημʼ ἐς τράχηλον ὑψόθεν