The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἡμεῖς δὲ πρὸς γυναῖκα μάρνασθαι μίαν
  2. οἷοί τε. τούτων οὕνεκʼ οὐ μάχης ἐρᾶν
  3. οὐδʼ αἰσχρὸν οὐδὲν οὐδʼ ἐπίφθονόν σε δρᾶν,
  4. οὐδʼ αὖ σʼ Ἀχαιοῖς βούλομαι ῥίπτειν ἀράς.
  5. εἰ γάρ τι λέξεις ὧν χολώσεται στρατός,
  6. οὔτʼ ἂν ταφείη παῖς ὅδʼ οὔτʼ οἴκτου τύχοι.
  7. σιγῶσα δʼ εὖ τε τὰς τύχας κεκτημένη
  8. τὸν τοῦδε νεκρὸν οὐκ ἄθαπτον ἂν λίποις
  9. αὐτή τʼ Ἀχαιῶν πρευμενεστέρων τύχοις.
Ἀνδρομάχη
  1. ὦ φίλτατʼ, ὦ περισσὰ τιμηθεὶς τέκνον,
  2. θανῇ πρὸς ἐχθρῶν μητέρʼ ἀθλίαν λιπών,
  3. ἡ τοῦ πατρὸς δέ σʼ εὐγένειʼ ἀποκτενεῖ,
  4. ἣ τοῖσιν ἄλλοις γίγνεται σωτηρία,