The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἀλλʼ ἐνθάδʼ αὐτοῦ λείψανον Φρυγῶν λιπεῖν;
- οὐκ οἶδʼ ὅπως σοι ῥᾳδίως εἴπω κακά.
- ἐπῄνεσʼ αἰδῶ, πλὴν ἐὰν λέγῃς καλά.
- κτενοῦσι σὸν παῖδʼ, ὡς πύθῃ κακὸν μέγα.
- οἴμοι, γάμων τόδʼ ὡς κλύω μεῖζον κακόν.
- νικᾷ δʼ Ὀδυσσεὺς ἐν Πανέλλησιν λέγων ---
- αἰαῖ μάλʼ· οὐ γὰρ μέτρια πάσχομεν κακά.
- λέξας ἀρίστου παῖδα μὴ τρέφειν πατρὸς ---
- τοιαῦτα νικήσειε τῶν αὑτοῦ πέρι.
- ῥῖψαι δὲ πύργων δεῖν σφε Τρωικῶν ἄπο.
- ἀλλʼ ὣς γενέσθω, καὶ σοφωτέρα φανῇ·
- μήτʼ ἀντέχου τοῦδʼ, εὐγενῶς δʼ ἄλγει κακοῖς,
- μήτε σθένουσα μηδὲν ἰσχύειν δόκει.
- ἔχεις γὰρ ἀλκὴν οὐδαμῇ. σκοπεῖν δὲ χρή·
- πόλις τʼ ὄλωλε καὶ πόσις, κρατῇ δὲ σύ,
- ἡμεῖς δὲ πρὸς γυναῖκα μάρνασθαι μίαν
- οἷοί τε. τούτων οὕνεκʼ οὐ μάχης ἐρᾶν
- οὐδʼ αἰσχρὸν οὐδὲν οὐδʼ ἐπίφθονόν σε δρᾶν,
- οὐδʼ αὖ σʼ Ἀχαιοῖς βούλομαι ῥίπτειν ἀράς.
- εἰ γάρ τι λέξεις ὧν χολώσεται στρατός,