The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἐπῄνεσʼ αἰδῶ, πλὴν ἐὰν λέγῃς καλά.
Ταλθύβιος
  1. κτενοῦσι σὸν παῖδʼ, ὡς πύθῃ κακὸν μέγα.
Ἀνδρομάχη
  1. οἴμοι, γάμων τόδʼ ὡς κλύω μεῖζον κακόν.
Ταλθύβιος
  1. νικᾷ δʼ Ὀδυσσεὺς ἐν Πανέλλησιν λέγων ---
Ἀνδρομάχη
  1. αἰαῖ μάλʼ· οὐ γὰρ μέτρια πάσχομεν κακά.
Ταλθύβιος
  1. λέξας ἀρίστου παῖδα μὴ τρέφειν πατρὸς ---
Ἀνδρομάχη
  1. τοιαῦτα νικήσειε τῶν αὑτοῦ πέρι.
Ταλθύβιος
  1. ῥῖψαι δὲ πύργων δεῖν σφε Τρωικῶν ἄπο.
  2. ἀλλʼ ὣς γενέσθω, καὶ σοφωτέρα φανῇ·
  3. μήτʼ ἀντέχου τοῦδʼ, εὐγενῶς δʼ ἄλγει κακοῖς,
  4. μήτε σθένουσα μηδὲν ἰσχύειν δόκει.
  5. ἔχεις γὰρ ἀλκὴν οὐδαμῇ. σκοπεῖν δὲ χρή·
  6. πόλις τʼ ὄλωλε καὶ πόσις, κρατῇ δὲ σύ,