The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- κατοικίσειαν, καὶ πόλις γένοιτʼ ἔτι.
- ἀλλʼ ἐκ λόγου γὰρ ἄλλος ἐκβαίνει λόγος,
- τίνʼ αὖ δέδορκα τόνδʼ Ἀχαιϊκὸν λάτριν
- στείχοντα καινῶν ἄγγελον βουλευμάτων;
- Φρυγῶν ἀρίστου πρίν ποθʼ Ἕκτορος δάμαρ,
- μή με στυγήσῃς· οὐχ ἑκὼν γὰρ ἀγγελῶ.
- Δαναῶν δὲ κοινὰ Πελοπιδῶν τʼ ἀγγέλματα ---
- τί δʼ ἔστιν; ὥς μοι φροιμίων ἄρχῃ κακῶν.
- ἔδοξε τόνδε παῖδα --- πῶς εἴπω λόγον;
- μῶν οὐ τὸν αὐτὸν δεσπότην ἡμῖν ἔχειν;
- οὐδεὶς Ἀχαιῶν τοῦδε δεσπόσει ποτέ.
- ἀλλʼ ἐνθάδʼ αὐτοῦ λείψανον Φρυγῶν λιπεῖν;
- οὐκ οἶδʼ ὅπως σοι ῥᾳδίως εἴπω κακά.