The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- νικᾷ γὰρ οὑκ θεῶν με δύστηνος κλύδων.
- ἀλλʼ, ὦ φίλη παῖ, τὰς μὲν Ἕκτορος τύχας
- ἔασον· οὐ μὴ δάκρυά νιν σώσῃ τὰ σά·
- τίμα δὲ τὸν παρόντα δεσπότην σέθεν,
- φίλον διδοῦσα δέλεαρ ἀνδρὶ σῶν τρόπων.
- κἂν δρᾷς τάδʼ, ἐς τὸ κοινὸν εὐφρανεῖς φίλους
- καὶ παῖδα τόνδε παιδὸς ἐκθρέψειας ἂν
- Τροίᾳ μέγιστον ὠφέλημʼ, ἵνʼ — εἴ ποτε —
- ἐκ σοῦ γενόμενοι παῖδες Ἴλιον πάλιν
- κατοικίσειαν, καὶ πόλις γένοιτʼ ἔτι.
- ἀλλʼ ἐκ λόγου γὰρ ἄλλος ἐκβαίνει λόγος,
- τίνʼ αὖ δέδορκα τόνδʼ Ἀχαιϊκὸν λάτριν
- στείχοντα καινῶν ἄγγελον βουλευμάτων;
- Φρυγῶν ἀρίστου πρίν ποθʼ Ἕκτορος δάμαρ,
- μή με στυγήσῃς· οὐχ ἑκὼν γὰρ ἀγγελῶ.
- Δαναῶν δὲ κοινὰ Πελοπιδῶν τʼ ἀγγέλματα ---
- τί δʼ ἔστιν; ὥς μοι φροιμίων ἄρχῃ κακῶν.
- ἔδοξε τόνδε παῖδα --- πῶς εἴπω λόγον;
- μῶν οὐ τὸν αὐτὸν δεσπότην ἡμῖν ἔχειν;
- οὐδεὶς Ἀχαιῶν τοῦδε δεσπόσει ποτέ.