The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. πολὺς ταραχθεὶς πόντος, ἐνδόντες τύχῃ
  2. παρεῖσαν αὑτοὺς κυμάτων δρομήμασιν.
  3. οὕτω δὲ κἀγὼ πόλλʼ ἔχουσα πήματα
  4. ἄφθογγός εἰμι καὶ παρεῖσʼ ἐῶ στόμα·
  5. νικᾷ γὰρ οὑκ θεῶν με δύστηνος κλύδων.
  6. ἀλλʼ, ὦ φίλη παῖ, τὰς μὲν Ἕκτορος τύχας
  7. ἔασον· οὐ μὴ δάκρυά νιν σώσῃ τὰ σά·
  8. τίμα δὲ τὸν παρόντα δεσπότην σέθεν,
  9. φίλον διδοῦσα δέλεαρ ἀνδρὶ σῶν τρόπων.
  10. κἂν δρᾷς τάδʼ, ἐς τὸ κοινὸν εὐφρανεῖς φίλους
  11. καὶ παῖδα τόνδε παιδὸς ἐκθρέψειας ἂν
  12. Τροίᾳ μέγιστον ὠφέλημʼ, ἵνʼ — εἴ ποτε —
  13. ἐκ σοῦ γενόμενοι παῖδες Ἴλιον πάλιν