The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- πρῶτος τὸ παρθένειον ἐζεύξω λέχος.
- καὶ νῦν ὄλωλας μὲν σύ, ναυσθλοῦμαι δʼ ἐγὼ
- πρὸς Ἑλλάδʼ αἰχμάλωτος ἐς δοῦλον ζυγόν.
- ἆρʼ οὐκ ἐλάσσω τῶν ἐμῶν ἔχειν κακῶν
- Πολυξένης ὄλεθρος, ἣν καταστένεις;
- ἐμοὶ γὰρ οὐδʼ ὃ πᾶσι λείπεται βροτοῖς
- ξύνεστιν ἐλπίς, οὐδὲ κλέπτομαι φρένας
- πράξειν τι κεδνόν· ἡδὺ δʼ ἐστὶ καὶ δοκεῖν.
- ἐς ταὐτὸν ἥκεις συμφορᾶς· θρηνοῦσα δὲ
- τὸ σὸν διδάσκεις μʼ ἔνθα πημάτων κυρῶ.
- αὐτὴ μὲν οὔπω ναὸς εἰσέβην σκάφος,
- γραφῇ δʼ ἰδοῦσα καὶ κλύουσʼ ἐπίσταμαι.
- ναύταις γὰρ ἢν μὲν μέτριος ᾖ χειμὼν φέρειν,
- προθυμίαν ἔχουσι σωθῆναι πόνων,
- ὁ μὲν παρʼ οἴαχʼ, ὁ δʼ ἐπὶ λαίφεσιν βεβώς,
- ὁ δʼ ἄντλον εἴργων ναός· ἢν δʼ ὑπερβάλῃ
- πολὺς ταραχθεὶς πόντος, ἐνδόντες τύχῃ
- παρεῖσαν αὑτοὺς κυμάτων δρομήμασιν.
- οὕτω δὲ κἀγὼ πόλλʼ ἔχουσα πήματα
- ἄφθογγός εἰμι καὶ παρεῖσʼ ἐῶ στόμα·