The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἆρʼ οὐκ ἐλάσσω τῶν ἐμῶν ἔχειν κακῶν
  2. Πολυξένης ὄλεθρος, ἣν καταστένεις;
  3. ἐμοὶ γὰρ οὐδʼ ὃ πᾶσι λείπεται βροτοῖς
  4. ξύνεστιν ἐλπίς, οὐδὲ κλέπτομαι φρένας
  5. πράξειν τι κεδνόν· ἡδὺ δʼ ἐστὶ καὶ δοκεῖν.
Χορός
  1. ἐς ταὐτὸν ἥκεις συμφορᾶς· θρηνοῦσα δὲ
  2. τὸ σὸν διδάσκεις μʼ ἔνθα πημάτων κυρῶ.
Ἑκάβη
  1. αὐτὴ μὲν οὔπω ναὸς εἰσέβην σκάφος,
  2. γραφῇ δʼ ἰδοῦσα καὶ κλύουσʼ ἐπίσταμαι.
  3. ναύταις γὰρ ἢν μὲν μέτριος ᾖ χειμὼν φέρειν,
  4. προθυμίαν ἔχουσι σωθῆναι πόνων,
  5. ὁ μὲν παρʼ οἴαχʼ, ὁ δʼ ἐπὶ λαίφεσιν βεβώς,
  6. ὁ δʼ ἄντλον εἴργων ναός· ἢν δʼ ὑπερβάλῃ