The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. τὸ δυσμενὲς γυναικὸς εἰς ἀνδρὸς λέχος·
  2. ἀπέπτυσʼ αὐτήν, ἥτις ἄνδρα τὸν πάρος
  3. καινοῖσι λέκτροις ἀποβαλοῦσʼ ἄλλον φιλεῖ.
  4. ἀλλʼ οὐδὲ πῶλος ἥτις ἂν διαζυγῇ
  5. τῆς συντραφείσης, ῥᾳδίως ἕλξει ζυγόν.
  6. καίτοι τὸ θηριῶδες ἄφθογγόν τʼ ἔφυ
  7. ξυνέσει τʼ ἄχρηστον τῇ φύσει τε λείπεται.
  8. σὲ δʼ, ὦ φίλʼ Ἕκτορ, εἶχον ἄνδρʼ ἀρκοῦντά μοι
  9. ξυνέσει γένει πλούτῳ τε κἀνδρείᾳ μέγαν·
  10. ἀκήρατον δέ μʼ ἐκ πατρὸς λαβὼν δόμων
  11. πρῶτος τὸ παρθένειον ἐζεύξω λέχος.
  12. καὶ νῦν ὄλωλας μὲν σύ, ναυσθλοῦμαι δʼ ἐγὼ
  13. πρὸς Ἑλλάδʼ αἰχμάλωτος ἐς δοῦλον ζυγόν.