The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- κείνῳ τε νίκην ὧν ἐχρῆν παριέναι.
- καὶ τῶνδε κληδὼν ἐς στράτευμʼ Ἀχαιϊκὸν
- ἐλθοῦσʼ ἀπώλεσέν μʼ· ἐπεὶ γὰρ ᾑρέθην,
- Ἀχιλλέως με παῖς ἐβουλήθη λαβεῖν
- δάμαρτα· δουλεύσω δʼ ἐν αὐθεντῶν δόμοις.
- κεἰ μὲν παρώσασʼ Ἕκτορος φίλον κάρα
- πρὸς τὸν παρόντα πόσιν ἀναπτύξω φρένα,
- κακὴ φανοῦμαι τῷ θανόντι· τόνδε δʼ αὖ
- στυγοῦσʼ ἐμαυτῆς δεσπόταις μισήσομαι.
- καίτοι λέγουσιν ὡς μίʼ εὐφρόνη χαλᾷ
- τὸ δυσμενὲς γυναικὸς εἰς ἀνδρὸς λέχος·
- ἀπέπτυσʼ αὐτήν, ἥτις ἄνδρα τὸν πάρος
- καινοῖσι λέκτροις ἀποβαλοῦσʼ ἄλλον φιλεῖ.
- ἀλλʼ οὐδὲ πῶλος ἥτις ἂν διαζυγῇ
- τῆς συντραφείσης, ῥᾳδίως ἕλξει ζυγόν.
- καίτοι τὸ θηριῶδες ἄφθογγόν τʼ ἔφυ
- ξυνέσει τʼ ἄχρηστον τῇ φύσει τε λείπεται.
- σὲ δʼ, ὦ φίλʼ Ἕκτορ, εἶχον ἄνδρʼ ἀρκοῦντά μοι
- ξυνέσει γένει πλούτῳ τε κἀνδρείᾳ μέγαν·
- ἀκήρατον δέ μʼ ἐκ πατρὸς λαβὼν δόμων