The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- οἴκοθεν ἔχουσα χρηστὸν ἐξήρκουν ἐμοί.
- γλώσσης τε σιγὴν ὄμμα θʼ ἥσυχον πόσει
- παρεῖχον· ᾔδη δʼ ἁμὲ χρῆν νικᾶν πόσιν,
- κείνῳ τε νίκην ὧν ἐχρῆν παριέναι.
- καὶ τῶνδε κληδὼν ἐς στράτευμʼ Ἀχαιϊκὸν
- ἐλθοῦσʼ ἀπώλεσέν μʼ· ἐπεὶ γὰρ ᾑρέθην,
- Ἀχιλλέως με παῖς ἐβουλήθη λαβεῖν
- δάμαρτα· δουλεύσω δʼ ἐν αὐθεντῶν δόμοις.
- κεἰ μὲν παρώσασʼ Ἕκτορος φίλον κάρα
- πρὸς τὸν παρόντα πόσιν ἀναπτύξω φρένα,
- κακὴ φανοῦμαι τῷ θανόντι· τόνδε δʼ αὖ
- στυγοῦσʼ ἐμαυτῆς δεσπόταις μισήσομαι.
- καίτοι λέγουσιν ὡς μίʼ εὐφρόνη χαλᾷ